Friday, March 12, 2010

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΧΩΡΙΣ ΙΕΡΕΑ


ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΧΩΡΙΣ ΙΕΡΕΑ

Εις τώ όνομα τού Πατρός, τού Υιού καί τού αγίου Πνεύματος. Αμήν.

Ψαλμός 142
• Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου επάκουσόν μου εν τή δικαιοσύνη σου
• καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών
• ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου εκάθισέν με εν σκοτεινοίς ως νεκρούς αιώνος
• καί ηκηδίασεν επ' εμέ τό πνεύμά μου εν εμοί εταράχθη η καρδία μου
• εμνήσθην ημερών αρχαίων καί εμελέτησα εν πάσι τοίς έργοις σου εν ποιήμασιν τών χειρών σου εμελέτων
• διεπέτασα τάς χείράς μου πρός σέ η ψυχή μου ως γή άνυδρός σοι διάψαλμα
• ταχύ εισάκουσόν μου κύριε εξέλιπεν τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου απ' εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον
• ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα γνώρισόν μοι κύριε οδόν εν η πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου
• εξελού με εκ τών εχθρών μου κύριε ότι πρός σέ κατέφυγον
• δίδαξόν με τού ποιείν τό θέλημά σου ότι σύ εί ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία
• ένεκα τού ονόματός σου κύριε ζήσεις με εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου
• καί εν τώ ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι δούλός σού ειμι εγώ

Θεός Κύριος, καί επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω,
καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

Θεός Κύριος, καί επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με,
καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,

Θεός Κύριος, καί επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη,
καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, καί επέφανεν ημίν,
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ'. Ο υψωθείς εν τώ Σταυρώ.
Τη Θεοτόκω εκτενώς νύν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής, Δέσποινα, βοήθησον εφ' ημίν σπλαγχνισθείσα, σπεύσον, πολλύμεθα υπό πλήθους πταισμάτων, μή αποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ελπίδα κεκτήμεθα.
Δόξα... Καί νύν...
Ου σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοι ειμή γάρ σύ προϊστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού, σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός 50
• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Ήχος πλ. δ' Ωδή α' Ο Ειρμός
Υγράν διοδεύσας ωσεί ξηράν, καί τήν αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή καί Θεώ ημών άσωμεν.

Πολλοίς συνεχόμενος πειρασμοίς, πρός σέ καταφεύγω, σωτηρίαν επιζητών, Ώ Μήτερ τού Λόγου καί Παρθένε, τών δυσχερών καί δεινών με διάσωσον.

Παθών με ταράττουσι προσβολαί, πολλής αθυμίας, εμπιπλώσαί μου τήν ψυχήν, ειρήνευσον, Κόρη, τή γαλήνη, τή τού Υιού καί Θεού σου, Πανάμωμε.
Δόξα...
Σωτήρα τεκούσάν σε καί Θεόν, δυσωπώ, Παρθένε, λυτρωθήναί με τών δεινών, σοί γάρ νύν προσφεύγων ανατείνω, καί τήν ψυχήν καί τήν διάνοιαν.
Καί νύν...
Νοσούντα τό σώμα καί τήν ψυχήν, επισκοπής θείας, καί προνοίας τής παρά σού, αξίωσον, μόνη Θεομήτορ, ώς αγαθή αγαθού τε λοχεύτρια.

Ωδή γ' Ο Ειρμός
Ουρανίας αψίδος, οροφουργέ Κύριε, καί τής Εκκλησίας δομήτορ, σύ με στερέωσον, εν τή αγάπη τή σή, τών εφετών η ακρότης, τών πιστών τό στήριγμα, μόνε φιλάνθρωπε.

Προστασίαν καί σκέπην, ζωής εμής τίθημι, Σέ, Θεογεννήτορ, Παρθένε, σύ με κυβέρνησον, πρός τόν λιμένα σου, τών αγαθών η αιτία, τών πιστών τό στήριγμα, μόνη πανύμνητε.

Ικετεύω, Παρθένε, τόν ψυχικόν τάραχον, καί τής αθυμίας τήν ζάλην, διασκεδάσαι μου, σύ γάρ, Θεόνυμφε, τόν αρχηγόν τής γαλήνης, τόν Χριστόν εκύησας, μόνη πανάχραντε.
Δόξα...
Ευεργέτην τεκούσα, τόν τών καλών αίτιον, τής ευεργεσίας τόν πλούτον, πάσιν ανάβλυσον, πάντα γάρ δύνασαι, ώς δυνατόν εν Ισχύϊ, τόν Χριστόν κυήσασα, Θεομακάριστε.
Καί νύν....
Χαλεπαίς αρρωστίαις, καί νοσεροίς πάθεσιν, εξεταζομένω, Παρθένε, σύ μοι βοήθησον, τών Ιαμάτων γάρ, ανελλιπή σε γινώσκω, θησαυρόν, Πανάμωμε, τόν αδαπάνητον.

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Κάθισμα Ήχος β'
Τά άνω ζητών
Πρεσβεία θερμή, καί τείχος απροσμάχητον, ελέους πηγή, τού κόσμου καταφύγιον, εκτενώς βοώμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καί εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδή δ'
Εισακήκοα, Κύριε, τής οικονομίας σου τό μυστήριον, κατενόησα τά έργα σου, καί εδόξασά σου τήν θεόητα.

Tών παθών μου τόν τάραχον, η τόν κυβερνήτην τεκούσα Κύριον, καί τόν κλύδωνα κατεύνασον, τών εμών πταισμάτων, Θεονύμφευτε.

Ευσπλαγχνίας τήν άβυσσον, επικαλουμένω τής σής παράσχου μοι, η τόν εύσπλαγχνον κυήσασα, καί Σωτήρα πάντων, τών υμνούντων σε.
Δόξα...
Απολαύοντες, Πάναγνε, τών σών δωρημάτων ευχαριστήριον, αναμέλπομεν εφύμνιον, οι γινώσκοντές σε Θεομήτορα.
Καί νύν...
Οι ελπίδα καί στήριγμα, καί τής σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, εκλυτρούμεθα.

Ωδή ε'
Φώτισον ημάς, τοίς προστάγμασί σου, Κύριε, καί τώ βραχίονί σου τώ υψηλώ, τήν σήν ειρήνην, παράσχου ημίν, φιλάνθρωπε.

Eμπλησον, Aγνή, ευφροσύνης τήν καρδίαν μου, τήν σήν ακήρατον διδούσα χαράν, τής ευφροσύνης, η γεννήσασα τόν αίτιον.

Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, καί τήν ειρήνην, τήν πάντα νούν υπερέχουσαν.
Δόξα...
Λύσον τήν αχλύν, τών πταισμάτων μου, Θεόνυμφε, τώ φωτισμώ τής σής λαμπρότητος, η φώς τεκούσα, τό θείον καί προαιώνιον.
Καί νύν...
Ίασαι Αγνή, τών παθών μου τήν ασθένειαν, επισκοπής σου αξιώσασα, καί τήν υγείαν, τή πρεσβεία σου παράσχου μοι.

Ωδή ς'
Την δέησιν εκχεώ πρός Κύριον, καί αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, καί η ζωή μου τώ Άδη προσήγγισε, καί δέομαι ώς Iωνάς, Εκ φθοράς, ο Θεός με ανάγαγε.

Θανάτου καί τής φθοράς ώς έσωσεν, εαυτόν εκδεδωκώς τώ θανάτω, τήν τή φθορά καί θανάτω μου φύσιν, κατασχεθείσαν, Παρθένε, δυσώπησον, τόν Κύριόν σου καί Υιόν, τής εχθρών κακουργίας με ρύσασθαι.

Προστάτιν σε τής ζωής επίσταμαι, καί φρουράν ασφαλεστάτην, Παρθένε, τών πειρασμών διαλύουσαν όχλον, καί επηρείας δαιμόνων ελαύνουσαν, καί δέομαι διαπαντός, εκ φθοράς τών παθών μου ρυσθήναί με.
Δόξα...
Ως τείχος καταφυγής κεκτήμεθα, καί ψυχών σε παντελή σωτηρίαν, καί πλατυσμόν εν ταίς θλίψεσι, Κόρη, καί τώ φωτί σου αεί αγαλλόμεθα. Ώ Δέσποινα, καί νύν ημάς, τών παθών καί κινδύνων διάσωσον.
Καί νύν...
Εν κλίνη νύν ασθενών κατάκειμαι, καί ουκ έστιν ίασις τή σαρκί μου, αλλ' η Θεόν καί Σωτήρα τού κόσμου, καί τόν λυτήρα τών νόσων κυήσασα, σού δέομαι τής αγαθής, εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ' εσχάτων τών ημερών τεκούσα, δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν.

Κοντάκιον Ήχος β'
Προστασία τών Χριστιανών ακαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν αμετάθετε, Μή παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ώς αγαθή, εις τήν βοήθειαν ημών, τών πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, καί σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, τών τιμώντων σε.

Α' Αντίφωνον
Ήχος δ'
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον, Σωτήρ μου. (δίς)

Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ώς χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι. (δίς)
Δόξα...
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει υψούται, λαμπρύνεται τή Τριαδική μονάδι, ιεροκρυφίως.
Καί νύν...
Αγίω Πνεύματι, αναβλύζει τά τής χάριτος ρείθρα, αρδεύοντα άπασαν τήν κτίσιν, πρός ζωογονίαν.

Προκείμενον
Μνησθήσομαι τού ονόματός σου εν πάση γενεά καί γενεά.

Στίχ. Άκουσον, θύγατερ, καί ίδε, καί κλίνον τό ούς σου, καί επιλάθου τού λαού σου, καί τού οίκου τού πατρός σου, καί επιθυμήσει ο Βασιλεύς τού κάλλους σου.

Tού ονόματός σου εν πάση γενεά καί γενεά μνησθήσομαι.

Εκ τού κατά Λουκάν αγίου Ευαγγελίου, τό Ανάγνωσμα.

Αναστάσα δέ Μαριάμ εν ταίς ημέραις ταύταις επορεύθη εις τήν ορεινήν μετά σπουδής, εις πόλιν Ιούδα, καί εισήλθεν εις τόν οίκον Ζαχαρίου, καί ησπάσατο τήν Ελισάβετ, καί εγένετο ως ήκουσεν η Ελισάβετ τόν ασπασμόν τής Μαρίας, εσκίρτησε τό βρέφος εν τή κοιλία αυτής, καί επλήσθη Πνεύματος Αγίου η Ελισάβετ, καί ανεφώνησε φωνή μεγάλη, καί είπεν, Ευλογημένη σύ εν γυναιξί, καί ευλογημένος ο καρπός τής κοιλίας σου, καί πόθεν μοι τούτο, ίνα έλθη η μήτηρ τού Κυρίου μου πρός με; ιδού γαρ, ως εγένετο η φωνή τού ασπασμού σου εις τά ώτά μου, εσκίρτησεν εν αγαλλιάσει τό βρέφος εν τή κοιλία μου, καί μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοίς λελαλημένοις αυτή παρά Κυρίου. Καί είπε Μαριάμ, Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε το πvεύμα μου επί τώ Θεώ τώ σωτήρι μου, ότι επέβλεψεν επί τήv ταπείvωσιν τής δούλης αυτού. ιδού γάρ, από τού νύv μακαριούσί με πάσαι αι γεvεαί. ότι εποίησέ μοι μεγάλεία ο δυvατός, καί άγιοv τό τό όvομα αυτού. Έμεινε δέ Μαριάμ σύv αυτή ωσεί μήvας τρείς, καί υπέστρεψεν εις τόν οίκοv αυτής.

Δόξα... Ήχος β'
Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Ήχος πλ. β'
Όλην αποΘέμενοι
Μή καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, τού ικέτου σου, θλίψις γάρ έχει με, φέρειν ου δύναμαι, τών δαιμόνων τά τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, καί παραμυθίαν ουκ έχω πλήν σου, Δέσποινα τού κόσμου, ελπίς καί προστασία τών πιστών, μή μου παρίδης τήν δέησιν, τό συμφέρον ποίησον.

Έτερα Θεοτοκία
Ουδείς προστρέχων επί σοί, κατησχυμένος από σού εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ' αιτείται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τής αιτήσεως.

Μεταβολή τών θλιβομένων, απαλλαγή τών ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν καί λαόν, τών πολεμουμένων η ειρήνη, τών χειμαζομένων η γαλήνη, η μόνη προστασία τών πιστών.

Ωδή ζ'
Οι εκ τής ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τή πίστει τής Τριάδος, τήν φλόγα τής καμίνου, κατεπάτησαν ψάλλοντες, Ο τών Πατέρων ημών Θεός, ευλογητός εί.

Τήν ημών σωτηρίαν, ώς ηθέλησας Σώτερ, οικονομήσασθαι, εν μήτρα τής Παρθένου, κατώ κησας τώ κόσμω, ήν προστάτιν ανέδειξας, Ο τών Πατέρων ημών Θεός, ευλογητός εί.

Θελητήν τού ελέους, όν εγέννησας, Μήτερ αγνή δυσώπησον, ρυσθήναι τών πταισμάτων, ψυχής τε μολυσμάτων, τούς εν πίστει κραυγάζοντας, Ο τών Πατέρων ημών Θεός, ευλογητός εί.
Δόξα...
Θησαυρόν σωτηρίας, καί πηγήν αφθαρσίας, τήν σέ κυήσασαν, καί πύργον ασφαλείας, καί θύραν μετανοίας, τοίς κραυγάζουσιν έδειξας, Ο τών Πατέρων ημών Θεός, ευλογητός εί.
Καί νύν...
Σωμάτων μαλακίας, καί ψυχών αρρωστίας, Θεογεννήτρια, τών πόθω προσιόντων, τή σκέπη σου τή θεία, θεραπεύειν αξίωσον, η τόν Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

Ωδή η'
Τόν Βασιλέα τών ουρανών, όν υμνούσι στρατιαί τών Αγγέλων, υμνείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.

Τούς βοηθείας τής παρά σού δεομένους, μή παρίδης Παρθένε, υμνούντας, καί υπερυψούντάς σε, Κόρη, εις αιώνας.

Τών Ιαμάτων τό δαψιλές, επιχέεις τοίς πιστώς υμνούσί σε Παρθένε, καί υπερυψούσι τόν άφραστόν σου τόκον.
Δόξα...
Τάς ασθενείας μου τής ψυχής ιατρεύεις, καί σαρκός τάς οδύνας, Παρθένε, ίνα σέ δοξάζω τήν Κεχαριτωμένην.
Καί νύν...
Τών πειρασμών σύ τάς προσβολάς εκδιώκεις, καί παθών τάς εφόδους Παρθένε, όθεν σε υμνούμεν εις πάντας τούς αιώνας.

Ωδή θ'
Κυρίως Θεοτόκον, σέ ομολογούμεν, οι διά σού σεσωσμένοι, Παρθένε αγνή, σύν Ασωμάτων χορείαις, σέ μεγαλύνοντες.

Ροήν μου τών δακρύων, μή αποποιήσης, η τόν παντός εκ προσώπου πάν δάκρυον, αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.

Χαράς μου τήν καρδίαν, πλήρωσον, Παρθένε, η τής χαράς δεξαμένη τό πλήρωμα, τής αμαρτίας τήν λύπην, εξαφανίσασα.

Λιμήν καί προστασία, τών σοί προσφευγόντων, γενού Παρθένε, καί τείχος ακράδαντον, καταφυγή τε καί σκέπη, καί αγαλλίαμα.
Δόξα...
Φωτός σου ταίς ακτίσι, λάμπρυνον, Παρθένε, τό ζοφερόν τής αγνοίας διώκουσα, τούς ευσεβώς Θεοτόκον, σέ καταγγέλλοντας.
Καί νύν...
Κακώσεως εν τόπω, τώ τής ασθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, εξ αρρωστίας εις ρώσιν, μετασκευάζουσα.

Μεγαλυνάρια
Άξιόν εστιν ώς αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον, καί Μητέρα τού Θεού ημών.

Τήν τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Τήν υψηλοτέραν τών ουρανών, καί καθαρωτέραν λαμπηδόνων ηλιακών, τήν λυτρωσαμένην ημάς εκ τής κατάρας, τήν Δέσποιναν τού κόσμου, ύμνοις τιμήσωμεν.

Από τών πολλών μου αμαρτιών, ασθενεί τό σώμα, ασθενεί μου καί η ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ελπίς απηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καί μήτηρ τού Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σών ικετών, ίνα μεσιτεύσης πρός τόν εκ σού τεχθέντα. Ώ Δέσποινα, τού κόσμου γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι τήν ωδήν, νύν τή πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά τού Προδρόμου, καί πάντων τών Αγίων, δυσώπει, Θεοτόκε, τού οικτειρήσαι ημάς.

Άλαλα τά χείλη τών ασεβών, τών μή προσκυνούντων, τήν εικόνα σου τήν σεπτήν, τήν ιστορηθείσαν, υπό τού αποστόλου, Λουκά ιερωτάτου, τήν Οδηγήτριαν.

Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Τρισάγιον
Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (γ')
Δόξα... Καί νύν...
Παναγία Τριάς, ελέησον ημάς.
Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών.
Δέσποτα, συγχώρησον τάς ανομίας ημίν.
Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών,
ένεκεν τού ονόματός σου.

Κύριε, ελέησον. Κύριε, ελέησον, Κύριε, ελέησον.
Δόξα... Καί νύν...
Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω τό θέλημά σου, ώς εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ώς καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού. Αμήν.

Ήχος πλ. β'
Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην σοι τήν ικεσίαν, ώς Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελεήσον ημάς.
Δόξα...
Κύριε, ελέησον ημάς, επί σοί γάρ πεποίθαμεν, μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών, αλλ' επίβλεψον καί νύν, ώς εύσπλαγχνος, καί λύτρωσαι ημάς εκ τών εχθρών ημών, σύ γάρ εί Θεός ημών, καί ημείς λαός σου, πάντες έργα χειρών σου, καί τό όνομά σου επικεκλήμεθα.
Καί νύν...
Τής ευσπλαγχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σέ, μή αστοχήσωμεν, ρυσθείημεν διά σού τών περιστάσεων, σύ γάρ εί η σωτρηρία τού γένους τών χριστιανών.

Δέησις
Υπερελεήμων Θεέ, γενηθήτω τό θέλημά σου, οποίο θα έρχονταν πάντες εις γνώσις τής αληθείας, σώσον καί βοήθησον τούς δούλους σου...

Ήχος β'
Ότε εκ τού ξύλου
Πάντων προστατεύεις, Αγαθή, τών καταφευγόντων εν πίστει τή κραταιά σου χειρί, άλλην γάρ ουκ έχομεν αμαρτωλοί πρός Θεόν, εν κινδύνοις καί θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών, Μήτερ τού Θεού τού Υψίστου, όθεν σοι προσπίπτομεν, Ρύσαι πάσης περιστάσεως τούς δούλους σου.
Όμοιον
Πάντων θλιβομένων η χαρά, καί αδικουμένων προστάτις, καί πενομένων τροφή, ξένων τε παράκλησις, καί βακτηρία τυφλών, ασθενούντων επίσκεψις, καταπονουμένων σκέπη καί αντίληψις, καί ορφανών βοηθός, Μήτερ τού Θεού τού Υψίστου, σύ υπάρχεις, Άχραντε, σπεύσον, δυσωπούμεν, ρύσασθαι τούς δούλους σου.
Ήχος πλ. δ'
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.
Ήχος β'
Τήν πάσαν ελπίδα μου εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.

Κατά τήν περίοδον τού 15 Αυγούστου είθισται ίνα ψάλλωνται, αντί τών ανωτέρω Θεοτοκίων, τά επόμενα Εξαποστειλάρια.

Ήχος γ'
Ο ουρανόν τοίς άστροις
Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τώ χωρίω, κηδεύσατέ μου τό σώμα, καί σύ, Υιέ καί Θεέ μου, παράλαβέ μου τό πνεύμα.

Ο γλυκασμός τών Αγγέλων, τών θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου καί ρύσαι, τών αιωνίων βασάνων.

Καί σέ μεσίτριαν έχω, πρός τόν φιλάνθρωπον Θεόν, μή μου ελέγξη τάς πράξεις, ενώπιον τών Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησόν μοι εν τάχει.

Χρυσοπλοκώτατε πύργε, καί δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα τού Βασιλέως, ακατανόητον θαύμα, πώς γαλουχείς τόν Δεσπότην;

Δι' ευχών τών Αγίων Πατέρων ημών.

No comments:

Post a Comment

LinkWithin

Related Posts with Thumbnails